Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
24 Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ. ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς συνόδοις ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα δεικνῦσα. ἀλλ’ οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας ἱσταμένην περιλάμπων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. οὔκουν οὐδὲ ἀνὴρ ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι μεῖον ἔχων ἐφάνη ποτέ· οὕτω θεῖόν ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme