Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
23 Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ’ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ’ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν.
24 ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν λόγων ἀρετῆς ἔπαινος. ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ στρατηγικὴν καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς οὐ τὸ Κολοφώνιον ἔχουσαν χρυσίον Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἔεργε τὸ πρὶν ἐπ’ εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλ’ ὃ πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ’ ἐρημίας, ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme