Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
24 Ἐπεὶ δέ, ἤδη σου πρὸς τὸν πόλεμον ὡρμημένου, οὐκ οἶδα παρ’ ὅτου δαιμόνων ἐξαιρεθεὶς τὸν νοῦν καὶ τὰς φρένας ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ στρατοπέδοις καὶ τοῖς ἄλλοις ἅπασιν ὑπὸ σοῦ περισωζόμενος εἰρήνην ὡμολόγησε τῷ πάντων ἀνθρώπων ἀνοσιωτάτῳ καὶ πολεμίῳ κοινῇ μὲν ἁπάντων, ὁπόσοις εἰρήνης μέλει καὶ τὴν ὁμόνοιαν ἐκ παντὸς στέργουσιν, ἰδίᾳ δὲ σοὶ καὶ πλέον τῶν ἄλλων· οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος οὔτε ἀπίστων ἀνδρῶν ξυμμαχίαν πλέον ἔχειν ὑπέλαβες τῆς ἔμφρονος γνώμης. ἐγκαλῶν δέ, ὡς εἰκός, τῷ μὲν ἀπιστίαν, τῷ δὲ πρὸς ταύτῃ πράξεων ἐναγῶν καὶ παρανόμων τολμήματα, τὸν μὲν εἰς δίκην καὶ κρίσιν ἐπὶ τῶν στρατοπέδων προυκάλεις, τοῦ δὲ κριτὴν ὑπελάμβανες εἶναι τὸν πόλεμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme