118
ἀλλʼ ἐκεῖνοι μέν, ὁπότε βουληθεῖεν, ἐπεδείκνυντο τὴν αὑτῶν δύναμιν, τέως δὲ μετὰ τῶν ἄλλων ἡρώων ἐν τῇ Ἀργοῖ συνέπλεον ναυτιλλόμενοι καὶ τἄλλα πράττοντες οὐδενὸς ἧττον. ὁ δὲ τῶν φιλοδόξων ἀνδρῶν προστάτης ἀεὶ μετέωρος, οὐδέποτε γῆς ἐφαπτόμενος οὐδὲ ταπεινοῦ τινος, ἀλλὰ ὑψηλὸς καὶ μετάρσιος,
119
ὅταν μὲν αἰθρίας τύχῃ καὶ γαλήνης ἢ ζεφύρου τινὸς ἐπιεικῶς πνέοντος, ἀεὶ μᾶλλον ἀγαλλόμενός τε καὶ ἀνιὼν εἰς αὐτὸν τὸν αἰθέρα, πολλάκις δʼ ἐν σκοτεινῷ νέφει κρυπτόμενος, ἀδοξίας τινὸς συντρεχούσης καὶ ψόγου παρὰ τῶν πολλῶν ἀνθρώπων, οὕς ἐκεῖνος θεραπεύει καὶ τιμᾷ καὶ τῆς εὐδαιμονίας τῆς αὑτοῦ κυρίους ἀπέδειξεν.
120
οὐδέν γε μὴν προσέοικεν ἀσφαλείας ἕνεκεν οὔτε ἀετοῖς οὔτε γεράνοις οὔτε ἄλλῳ τινὶ πτηνῷ γένει τὴν φύσιν, ἀλλὰ μᾶλλον ἄν τις αὐτὸν προσεικάσειε τῇ Ἰκαρίου βιαίῳ καὶ παρὰ φύσιν φορᾷ, οὐ δυνατὸν τέχνημα ἐπιχειρήσαντος Δαιδάλου τεχνήσασθαι.
121
τοιγαροῦν ὑπὸ νεότητος καὶ ἀλαζονείας ἐπιθυμῶν ὑψηλότερος τῶν ἄστρων φέρεσθαι χρόνον μέν τινα ἐσῴζετο βραχύν, χαλωμένων δὲ τῶν δεσμῶν καὶ τοῦ κηροῦ ῥέοντος, ἐπωνυμίαν ἀπὸ τοῦδε τῷ πελάγει παρέσχεν, οὗπερ ἠφανίσθη πεσών·
122
κἀκεῖνος ἀσθενέσι καὶ κούφοις τῷ ὄντι πιστεύσας πτεροῖς, λέγω δὲ τιμαῖς τε καὶ ἐπαίνοις ὑπὸ τῶν ἀνθρώπων τῶν πολλῶν ὡς ἔτυχε γιγνομένοις, ἐπισφαλῶς καὶ ἀσταθμήτως φέρεται καὶφέρει τὸν ἄνδρα τὸν αὑτοῦ ζηλωτήν τε καὶ ὑπηρέτην, νῦν μὲν ὑψηλὸν καὶ μακάριον πολλοῖς φαινόμενον, πάλιν δὲ αὖ ταπεινόν τε καὶ ἄθλιον τοῖς τε ἄλλοις καὶ πρώτῳ καὶ μάλιστα αὑτῷ δοκοῦντα.