113
τοῦτον ἀγαλματοποιὸς ἢ γραφεὺς ἀναγκαζόμενος εἰκάζειν οὐκ ἂν ὁμοιότερον ἄλλῳ ἐργάσαιτο ἢ τῷ Σύρων βασιλεῖ μετʼ εὐνούχων καὶ παλλακῶν ἔνδον διαβιοῦντι, στρατοπέδου δὲ καὶ πολέμου καὶ ἀγορᾶς ἀθεάτῳ τὸ παράπαν.
114
προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπʼ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ.
115
τοιούτῳ δεσπότῃ λατρεύουσαι καὶ τοιαῦτα πάσχουσαι πλανῶνται κατὰ τὸν βίον ὅσαι ψυχαὶ πρὸς μὲν πόνους δειλαὶ καὶ ἀδύνατοι, δεδουλωμέναι δὲ ἡδοναῖς, φιλήδονοι καὶ φιλοσώματοι, βίον αἰσχρὸν καὶ ἐπονείδιστον οὐχ ἑλόμεναι ζῶσιν, ἀλλὰ ἐνεχθεῖσαι πρὸς αὐτόν.
116
οὐκοῦν μετὰ τοῦτον ὁ λόγος ὥσπερ ἐν ἀγῶνι σφύττει τρίτον εἰσάγειν, ὡς ἐκεῖ χορόν, τὸν φιλότιμον, οὐ πάνυ προθύμως τὰ νῦν ἀγωνιούμενον, καίτοι φιλόνικον ὄντα τῇ φύσει περὶ πάντα καὶ πρωτεύειν ἀξιοῦντα· πλὴν οὐ περὶ δόξης ἢ τιμῆς ἡ κρίσις αὐτῷ τὰ νῦν ἐνέστηκεν, ὑπὲρ δὲ πολλῆς καὶ δικαίας ἀδοξίας.
117
φέρε δὴ ποῖόν τι πλάττωμεν τό τε σχῆμα καὶ εἶδος τοῦ φιλοτίμου δαίμονος; ἢ δῆλον ὅτι πτερωτόν τε καὶ ὑπηνέμιον κατὰ τὸ ἦθος αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἅμα τοῖς πνεύμασι φερόμενον, ὁποίους τοὺς Βορεάδας ἐνεθυμήθησάν τε καὶ ἔγραψαν οἱ γραφεῖς, ἐλαφρούς τε καὶ μεταρσίους, ταῖς τοῦ πατρὸς αὔραις συνθέοντας.