108
ὁ δὲ ἰταμὸς καὶ ἄτρεστος, πολλὰς ὕβρεις τε καὶ αἰσχύνας ὑπομείνας, ὀστράκου, φασί, μεταπεσόντος, στρατηγὸς ἢ δημαγωγὸς πέφηνεν ὀξὺ καὶ διάτορον βοῶν, ὥσπερ οἱ τῶν δραμάτων ὑποκριταί ἀπορρίψας μεταξὺ τὴν γυναικείαν στολήν, ἔπειτα στρατιώτου τινὸς ἢ ῥήτορος στολὴν ἁρπάσας περιέρχεται συκοφάντης καὶ φοβερός, ἀντίον πᾶσι βλέπων.
109
ἆρʼ οὖν ἀρρενωπόν τι καὶ σεμνὸν εἶδος τῷ τοιούτῳ δαίμονι πρέπει ἢ μᾶλλον ὑγρόν τε καὶ μαλθακόν ; οὐκοῦν τὸ οἰκεῖον αὐτῷ σχῆμαπροσθήσομεν, οὐχ ὃ πλαττόμενος ἐνδύεται πολλάκις ἀνδρεῖον καὶ φοβερόν·
110
προΐτω γε μὴν νὴ Δία τρυφῶν τε καὶ μύρου καὶ οἴνου ἀποπνέων ἐν κροκωτῷ μετὰ πολλοῦ καὶ ἀτάκτου γέλωτος, μεθύοντι προσεοικώς κωμάζοντι μεθʼ ἡμέραν ἀσελγῆ κῶμον, στεφάνους τινὰς ἐστεφανωμένος ἑώλους τήν τε κεφαλὴν καὶ περὶ τῷ τραχήλῳ , καὶπλάγιος φερόμενος, ὀρχούμενός τε καὶ ᾅδων θῆλυ καὶ ἄμουσον μέλος.
111
ἀγέσθω δὲ ὑπὸ γυναικῶν ἀναισχύντων καὶ ἀκολάστων, ἐπιθυμιῶν τινων λεγομένων ἄλλων ἐπʼ ἄλλα ἑλκουσῶν, μηδεμίαν αὐτῶν ἀπωθούμενος μηδὲ ἀντιλέγων, ἀλλὰ ἑτοίμως δὴ καὶ προθύμως συνεπόμενος. αἱ δὲ μετὰ πολλοῦ πατάγου κυμβάλων τε καὶαὐλῶν φέρουσαι μαινόμενον αὐτὸν σπουδῇ προΐτωσαν.
112
ὁ δʼ ἐκ μέσων ἀναβοάτω τῶν γυναικῶν ὀξύτερον καὶ ἀκρατέστερον, λευκὸς ἰδεῖν καὶ τρυφερός, αἰθρίας καὶ πόνων ἄπειρος, ἀποκλίνων τὸν τράχηλον, ὑγροῖς τοῖς ὄμμασι μάχλον ὑποβλέπων, ἀεί ποτε τὸ σῶμα καταθεώμενος, τῇ ψυχῇ δὲ οὐδὲν προσέχων οὐδὲ τοῖς ὑπʼ αὐτῆς προσταττομένοις.