99
ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτην τε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον.
100
ἀλλʼ ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφʼ ἡδονήντινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐδὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις.
101
εἶεν· ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός,ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τεὁσημέραι θερμῶν μᾶλλον δὲ καὶ τῆς ἡμέρας, καὶ χρίσεων οὐ κάματον ἰωμένων,
102
πρὸς δὲ αὖ τούτοις ἐσθήτων τε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθʼ ἑκάστην ἐπιθυμίαν τε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέντοι καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖανκαὶ διάπυρον μανίαν θηλυκῶν τε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐδὲ ἄπρακτον ποιούμενος.