34
τίς οὖν οὐκ ἂν μακαρίσειε τὸν τοιοῦτον ἄνδρα τε καὶ βίον; πόθεν δὲ οὐκ ἂν ἔλθοιεν ἐπʼ ἐκεῖνον ὀψόμενοί τε αὐτὸν καὶ ἀπολαύσοντες τῆς καλῆς διανοίας καὶ ἀγαθῆς; τί μὲν σεμνότερον θέαμα γενναίου καὶ φιλοπόνου πόνου βασιλέως; τί δὲ ἥδιον ἡμέρου καὶ προσφιλοῦς, πάντας μὲν εὖ ποιεῖν ἐπιθυμοῦντος, ἅπαντας δὲ δυναμένου; τί δὲ λυσιτελέστερον ἴσου καὶ δικαίου;
35
τίνος μὲν γὰρ ὁ βίος ἀσφαλέστερος ἢ ὃν πάντες ὁμοίως φυλάττουσιν; τίνος δὲ ἡδίων ἢ τοῦ μηδένα ἐχθρὸν ἡγουμένου; τίνος δὲ ἀλυπότερος ἢ τοῦ μηδὲν ἔχοντος αὑτὸν αἰτιάσασθαι; τίς δὲ εὐτυχέστερος ἐκείνου τοῦ ἀνδρός, ὅστις ἀγαθὸς ὢν οὐδένα λανθάνει;
36
ἐγὼ μὲν οὖν ἁπλῶς εἶπον τὰ περὶ τὸν ἀγαθὸν βασιλέα. τούτων δὲ εἴ τι φαίνεται προσήκειν σοι, μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως, μακάριοι δὲ ἡμεῖς οἱ συμμετέχοντες.
37
μετὰ δὲ τὸν νῦν εἰρημένον λόγον ἐγὼ μὲν ἐπεθύμουν διελθεῖν περὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως καὶ ἄρχοντος, ὃν χρὴ μιμουμένους ἀεὶ τοὺς θνητοὺς καὶ τὰ τῶν θνητῶν διέποντας ἐπιμελεῖσθαι, πρὸς ἐκεῖνον ὡς δυνατόν ἐστιν εὐθύνοντας καὶ ἀφομοιοῦντας τὸν αὑτῶν τρόπον.
38
διὰ τοῦτο γὰρ καὶ Ὅμηρος διοτρεφέας εἶναί φησι τοὺς ἀληθῶς βασιλέας καὶ Διὶ τὴν βουλὴν ὁμοίους, καὶ τὸν Μίνω, μεγίστην ἔχοντα δόξαν ἐπὶ δικαιοσύνῃ, τοῦ Διὸς ὁμιλητὴν ἔφη γενέσθαι. καὶ σχεδὸν ὅσοι πώποτε ἐν Ἕλλησιν ἢ βαρβάροις γεγόνασι βασιλεῖς οὐκ ἀνάξιοι τυγχάνειν ταύτης τῆς προσηγορίας, τοῦ θεοῦ τούτου μαθητάς τε καὶ ζηλωτὰς ὁ λόγος αὐτοὺς ἀποφαίνεται.