36
μάλιστα δὲ τοὺς μεθυσκομένους ταῦτα δρᾶν. μεθύσκεσθαι δὲ οὐκ ἀπὸ οἴνου, καθάπερ τοὺς παρ’ αὑτοῖς, ἀλλ’ ὑφ’ ἡδονῆς. τοῦτο γὰρ ἐν τῇ κοινῇ ἑστιάσει τὸ πόμα παρέχειν τοὺς θεούς, ὥστε ἐξελέγχεσθαι τὸν ἑκάστου τρόπον. δύο δὲ οἰνοχόους ἐφεστάναι, τὸν μὲν ἄρρενα, τὴν δὲ θήλειαν· ὀνομάζεσθαι δὲ αὐτοῖν τὸν μὲν Νοῦν, τὴν δὲ Ἀκράτειαν. τοὺς μὲν οὖν φρονίμους τὸν ἄρρενα οἰνοχόον ἔχειν, καὶ παρ’ ἐκείνου μόνου τούτους δέχεσθαι σπανίως τε καὶ σμικραῖς κύλιξι καὶ πάνυ ἀσφαλῶς κεκραμένον.
37
κεῖσθαι γὰρ ἕνα κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι γὰρ πολλοὺς ἐν τῷ μέσῳ καὶ διαφέροντας τῇ γεύσει ὥσπερ οἴνων πολλῶν· εἶναι δὲ αὐτοὺς ἀργυροῦς τε καὶ χρυσοῦς· ἔτι δὲ καὶ ζῷα ἔξωθεν κύκλῳ ἔχειν καὶ ἕλικάς τινας καὶ τορείας. τὸν δὲ τῆς Σωφροσύνης λεῖόν τε εἶναι καὶ οὐ μέγαν καὶ ὡς ἂν εἰκάσαι τις ὁρῶν χαλκοῦν. δεῖν οὖν ἐκεῖθεν πολλαπλάσιον λαμβάνοντας καὶ ξυγκεραννύντας σμικρόν τι τῆς ἡδονῆς πίνειν.
38
οἷς μὲν οὖν ἐστιν ὁ Νοῦς οἰνοχόος, οὕτως οἰνοχοεῖν, φοβούμενον καὶ προσέχοντα μή πῃ τῆς κράσεως ἁμαρτὼν σφήλῃ τὸν δαιτυμόνα καὶ καταβάλῃ. τὴν δὲ Ἀκράτειαν τοῖς μὲν πλείστοις ἄκρατον τὴν ἡδονὴν ἐγχεῖν, μηδὲ μικρὸν σωφροσύνης παραμιγνύουσαν, τοῖς δὲ ὀλίγον τι παντελῶς λόγου ἕνεκεν. τοῦτο δὲ εὐθὺς ἐξίτηλον γίγνεσθαι καὶ μηδαμοῦ φαίνεσθαι. τοὺς δὲ πίνοντας μὴ διαλείπειν, ἀλλ’ ἐπισπέρχειν τε αὐτὴν καὶ κελεύειν θᾶττον ἰέναι παρ’ αὐτούς, καὶ προαρπάζειν ἕκαστον. τὴν δὲ ἐπείγεσθαι καὶ περιτρέχειν ἀσθμαίνουσαν καὶ ῥεομένην ἱδρῶτι.