33
τῇ οὖν εὐφροσύνῃ καὶ τῇ εὐωχίᾳ χρῆσθαι οὐχ ἅπαντας ὁμοίως, ἀλλ’ ἕκαστον κατὰ τὴν αὑτοῦ φύσιν. τοὺς μὲν γὰρ ἀσώτους καὶ ἀκρατεῖς οὔτε ὁρᾶν οὐδὲν οὔτε ἀκούειν οὐδενός, ἀλλὰ ἐγκεκυφότας ἐσθίειν, ὥσπερ ἐν συφεῷ ὗς, ἔπειτα νυστάζειν. τινὰς δὲ αὐτῶν μὴ ἀρκεῖσθαι τοῖς παροῦσιν, ἀλλὰ ἐπὶ τὰ πορρωτέρω διατείνειν τὰς χεῖρας, οἷον μεσογείους
34
ὄντας ἰχθύων ὀρέγεσθαι καὶ πράγματα ἔχειν· ἄλλους δὲ ἀπλήστους τε καὶ ἀθλίους ὄντας, φοβουμένους μήποτε αὐτοῖς ἐλλίπῃ, πρὸς αὑτοὺς συνάγειν καὶ σωρεύειν ὅσ̓ ἂν δύνωνται. καὶ μετὰ ταῦτα, ὅταν αὐτοὺς ἀπιέναι δέῃ, πορεύεσθαι μηδενὸς μετασχόντας, ἀλλὰ πάνυ ἐνδεεῖς, καταλείπειν οἱ δὲ ταῦτα ἑτέροις· οὐ γὰρ εἶναι φέρεσθαι μεθ’ ἑαυτῶν. τούτους μὲν οὖν καταγελᾶσθαί τε καὶ ἀσχημονεῖν.
35
ἑτέρους δὲ πεττεύειν, τοὺς δὲ ἀστραγάλοις παίζειν· εἶναι δὲ τοὺς πεττούς τε καὶ ἀστραγάλους οὐχ οἵους ἡμεῖς νομίζομεν, ἀλλὰ τοὺς μὲν χρυσοῦς, τοὺς δὲ ἀργυροῦς, ὃ δὴ νόμισμα καλοῦμεν ἡμεῖς, ὑπὲρ ὧν διαφέρεσθαι καὶ ζητεῖν ἕκαστον πλεονεκτεῖν. πλεῖστον δὴ θόρυβον τούτους τε καὶ ἀκοσμίαν παρέχειν, τοὺς δὴ κυβεύοντας, καὶ δοκεῖν τῶν συμποτῶν ἀηδεστάτους. ἐνίοτε δὲ καὶ μάχεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ τιτρώσκειν ἀλλήλους.