27
τοὺς μὲν γὰρ ἅτε ἀνθρώπους ἀνθρώπων διαφέρειν, τὴν δὲ τῶν θεῶν ὑπεροχὴν πρὸς ἡμᾶς ἄπειρόν τινα εἶναι. μέχρι μὲν οὖν ἔτυχε νεοκατάστατος ὤν ὁ βίος, τοὺς θεοὺς αὐτούς τε παραγίγνεσθαι καὶ πέμπειν ὥσπερ ἁρμοστὰς παρ’ αὑτῶν ἄρχοντας τοὺς ἐπιμελησομένους, οἷον Ἡρακλέα τε καὶ Διόνυσον καὶ Περσέα καὶ τοὺς ἄλλους, οὓς ἀκούομεν θεῶν παῖδας, τοὺς δὲ ἐκγόνους, γενέσθαι παρ’ ἡμῖν· ἔπειτα ὕστερον ἐᾶσαι δι’ αὑτῶν οἰκεῖν ὅπως ἂν δυνώμεθα. καὶ τότε δὴ τὰ ἁμαρτήματα καὶ τὰς ἀδικίας ξυμβαίνειν.
28
ᾖδε δὲ καὶ ἑτέραν ᾠδήν, ὡς ὁ μὲν κόσμος οἶκός ἐστι πάνυ καλός τε καὶ θεῖος ὑπὸ θεῶν τε κατεσκευασμένος· ὥσπερ ὑπὸ τῶν εὐδαιμόνων τε καὶ πλουσίων καλουμένων ἀνδρῶν οὕστινας ὁρῶμεν κατεσκευασμένους σταθμοῖς καὶ κίοσι, καὶ χρυσῷ καὶ γραφαῖς τήν τε ὀροφὴν καὶ τοίχους καὶ θύρας εἰργασμένους· ὁμοίως γεγονέναι τὸν κόσμον εἰς ὑποδοχήν τε καὶ εὐφροσύνην ἀνθρώπων, εὐειδῆ καὶ ποικίλον ἄστροις τε καὶ ἡλίῳ καὶ σελήνῃ καὶ γῇ καὶ θαλάττῃ καὶ φυτοῖς, ἃ δὴ τοῦ θεῶν πλούτου καὶ τέχνης τῆς ἐκείνων ἐστίν.
29
παραγίγνεσθαι δὲ τοὺς ἀνθρώπους εἰς αὐτὸν ἑορτάσοντας, ὑπὸ τοῦ βασιλέως τῶν θεῶν κεκλημένους ἐπ’ εὐωχίαν τινὰ καὶ θοίνην λαμπράν, ἁπάντων ἀπολαύσοντας τῶν ἀγαθῶν. κατακεῖσθαι δὲ ἄλλους ἀλλαχῇ, καθάπερ ἐν δείπνῳ, τοὺς μὲν ἀμείνονος χώρας, τοὺς δὲ φαυλοτέρας τυχόντας. εἶναι δὲ πάντα ὅμοια τοῖς παρ’ ἡμῖν γιγνομένοις ἐν ταῖς ὑποδοχαῖς, πλὴν ὡς μικροῖς καὶ ἀγεννέσι θεῖα καὶ μεγάλα εἰκάσαι. φῶς τε γὰρ παῤ ἡμῖν παρέχειν τοὺς θεοὺς διττὸν διὰ λαμπτήρων τινῶν, τοτὲ μὲν πλεῖον, τοτὲ δὲ ἔλαττον, τὸ μὲν νυκτός, τὸ δὲ ἡμέρας·