5
Δ. Οὔτοι ταῦτα ἐμιμεῖτο ἐκεῖνος οὔτε ἐμὲ οὔτε ἄλλον οὐδένα, ἀλλ’ οὕτως πεφύκει. πρότερον δὲ ἴσως ὑμᾶς ἔτι παῖς ὤν ἐλάνθανεν· ἔπειτα προϊὼν ἐκδηλότερος ἐγένετο. πολὺ γὰρ μᾶλλον ἐκείνῳ ἔπρεπεν ἢ ἄλλῳ τινὶ τό τε ἀνδρεῖον καὶ τὸ σεμνὸν τοῦ σχήματος. ἀλλὰ μή τι ὑμᾶς ἐλύπει τούτοις ἢ σκυθρωπότερος ὑμῖν ἐφαίνετο; — Τ. Ἐμοὶ μὲν γὰρ ἐδόκει τοὐναντίον πολλῶν ἱλαρώτερος καὶ πρὸς τὸ παίζειν ἕτοιμος, ὅσαι ἐλευθέριοι παιδιαί, καὶ ἀεί πως μειδιᾶν πρὸς τοὺς συνήθεις. γελῶντα δὲ αὐτὸν ἀνέδην οὐ πολλάκις εἶδον. οὐδὲν οὖν ἡμᾶς ἐλύπει. καὶ γὰρ δὴ καὶ ἐπῃνεῖτο ὑπὸ πολλῶν καὶ μᾶλλον ἐκεῖνον ᾐσχύνοντο οἱ πολῖται δύο καὶ εἴκοσιν ἐτῶν ὄντα ʽτοσούτων γὰρ ἐτελεύτησεν’ ἢ τοὺς πρεσβυτέρους τε καὶ ἐνδόξους. —
6
Δ. Ἀλλ’ ἦ τι ἄλλο ὑμῖν ἐπέστειλεν ἢ διελέχθη τελευτῶν; — Τ. Πολλὰ καὶ δαιμόνια, ὥς γε ἐμοὶ δοκεῖ πατρὶ ὄντι· ὅς γε ἐν τούτῳ τῆς ἡλικίας ἐκ τοῦ βίου μεθιστάμενος οὐχ ὅπως ὠλοφύρετο αὑτὸν ἢ λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον ἡμᾶς παρεμυθεῖτο. καὶ τά γε τελευταῖα τὸν παῖδα καλέσας ἐκέλευε γράφειν, ὥσπερ ἐνθουσιῶν, παράκλησίν τινα ἡμῖν, ὥστε ὑπενόουν ἐγὼ μὴ ἄρα ἐξεστηκὼς ἤδη διὰ τὸν θάνατον ταῦτα ποιοῖ· πλὴν ὅτι οἱ παρόντες θαυμαστῶς ἐπῄνουν. —