2
φανερὸς οὖν ἦν Χαρίδημον ἀπαγγέλλων τεθνηκέναι· καὶ τότε μὲν ἐδόκει καὶ ἀμφιβολία τις εἶναι, καίτοι σαφῶς τἀνθρώπου εἰρηκότος· αὖθις δὲ ἀκριβέστερον ἔγνωμεν. καὶ οἶμαί γε ἐμαυτὸν οὐ πολύ τι ἔλαττον ὑμῶν δηχθῆναι· τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν τοῦ τε πατρὸς καὶ ἀδελφοῦ.
3
καίτοι οὐ μέγα ἰσχύειν ἔοικεν ἡ φύσις ἐν τοῖς φαύλοις· οἷόν τι καὶ περὶ τοῦτον τὸν Ὀπούντιον ἀκούω γεγονέναι χαρίεντα καὶ κομψὸν νεανίσκον ἀποβαλόντα, ἡμέτερον κἀκεῖνον ἑταῖρον, ἀλλ’ ὅμως ἔλαττον αὐτὸν λυπηθῆναί φασιν ἢ εἴ τι ἄλλο τῶν ἐκ τῆς οἰκίας ἀπολωλέκει. ἀλλ’ ὑμεῖς γε πάνυ ἐοίκατον ἀχθομένω τῇ συμφορᾷ· καὶ οὐδὲν θαυμαστόν· ἐπεὶ καὶ τῇ πόλει ὑμῶν καὶ τῇ Ἑλλάδι πάσῃ ὠφέλιμος ἂν ἦν τοιοῦτος ἀνὴρ ἐν τῷ βίῳ διαγενόμενος οἷος δὴ Χαρίδημος τάχα ἔμελλεν ἔσεσθαι. οὐ γὰρ ἔγωγε ἐκείνου μειρακίου ὄντος οὐδένα ἔγνων εὐψυχότερον οὐδὲ ἄμεινον πεφυκότα.
4
— Τ. Εἴ γε ᾔδεις ὅπως διέκειτο πρὸς σέ, πολὺ ἂν μᾶλλον ἐνεκωμίαζες αὐτόν. ἐμοὶ μὲν γὰρ ἐδόκει κἀμοῦ τοῦ πατρός, οὐ μόνον τῶν ἄλλων ἀνθρώπων σὲ προτιμᾶν, ὅς γε καὶ ἐν τῇ νόσῳ κἀπειδὴ πρὸς αὐτῷ σχεδόν τι τῷ θανάτῳ ἦν, καὶ ἡμῶν ἔνδον ὄντων καὶ ἄλλων ξυγγενῶν καὶ πολιτῶν καὶ γνωρίμων σὲ ὠνόμαζε, τὸ παράπαν πάνυ μόλις ἤδη φθεγγόμενος, καὶ ἡμᾶς ἐκέλευε λέγειν, ὅταν σοι ἐντύχωμεν, ὅτι σοῦ μεμνημένος ἐτελεύτα. καὶ γὰρ τὸ συνεῖναι αὐτῷ καὶ διαλέγεσθαι ἕως ὑστάτου παρέμεινεν. οὐ μὴν ἀλλὰ καὶ ζῶν οὕτω διέκειτο ὥστε καὶ τῇ σιωπῇ καὶ τῷ βαδίσματι καὶ τοῖς ἄλλοις πᾶσί σε ἐμιμεῖτο, ὡς ἔλεγον οἱ εἰδότες. —