1
Ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος. ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένων ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει προσέχειν· ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν.
2
ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμεν τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος. ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα. ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὐτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον ἐῴκει.
3
ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον. ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις· εἶχε δὲ καὶ τὸ χρῶμα ὅμοιον χαλκῷ κεκραμένῳ.