10
καὶ τοίνυν τῆς ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον· πυγμὴν γὰρ ἤσκησεν. χαλεπὸν μὲν οὖν καὶ τοῦ ἐλαχίστου ἔργου ἐπ’ ἄκρον ἐλθεῖν, μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πάντας ὑπερβαλέσθαι, ὥσπερ ὅδε. καὶ τὸ μὲν τοὺς στεφάνους αὐτοῦ καθ’ ἕκαστον ἐπεξιέναι καὶ τοὺς ἀγῶνας, ἐν οἷς ἐνίκησε, πρὸς εἰδότας ὑμᾶς περιττόν, ἄλλως τε καὶ ἑτέρους ἂν εἴποι τις τῶν αὐτῶν τυχόντας.
11
ὃ δὲ μηδενὶ ὑπῆρξεν, ἐπίστασθε μὲν ὁμοίως, δι’ αὐτὸ μέντοι τοῦτο ῥητέον ʽτοῖς γὰρ μὴ εἰδόσιν οὐδὲ πιστεῦσαι ῥᾴδιον’ ὅτι τοσούτοις ἀνταγωνισταῖς χρησάμενος καὶ οὕτως ἀγαθοῖς ὑπ’ οὐδενὸς ἡττήθη, αὐτὸς δὲ ἀεὶ πάντας ἐνίκα. καίτοι οὔτε στρατηγὸν εὕροι τις ἂν ἐν παντὶ τῷ χρόνῳ ἀήττητον οὔτε ἀριστέα πολεμικόν, ὃς οὐκ ἤδη ποτὲ καὶ ἔφυγεν ἐκ μάχης. οὐδὲ γὰρ ὅτι ταχέως ἐτελεύτησε, διὰ τοῦτο φαίη τις ἂν ἀήττητον διαγενέσθαι. πολὺ γὰρ πλείστους ἂν ἀγῶνας ἠγωνίσατο· ἐν δὲ τῇ πείρᾳ τὸ σφάλλεσθαι, οὐκ ἐν τῷ μήκει τοῦ χρόνου. ἔτι δὲ καὶ τόδε ἄν τις αὐτοῦ κατεπλάγη, τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν· τοσοῦτο τῇ ῥώμῃ περιῆν καὶ τῷ δύνασθαι πονεῖν.