7
ἐγὼ οὖν πρῶτον εὐδαιμονίζω τοῦ κάλλους αὐτόν, ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον, καὶ ἥδιστον μὲν θεοῖς, ἥδιστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ῥᾷστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κἂν λάθοι τινὶ προσόντα, καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος· τὸ δὲ κάλλος οὐχ οἷόν τε λανθάνειν. ἅμα γὰρ τῷ ἔχοντι φαίνεται· εἴποι δ’ ἄν τις ὅτι καὶ πρότερον· οὕτως ὀξεῖαν αἴσθησιν αὑτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἄλλοις ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται· τὸ δὲ κάλλος τοὺς αἰσθανομένους αὐτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἐχθρὸν ἐᾷ γίγνεσθαι.
8
εἰ δέ τίς φησι κάλλους με ποιεῖσθαι ἐγκώμια, ἀλλ’ οὐχὶ τοῦ ἀνδρός, οὐκ ἂν ὀρθῶς αἰτιῷτο. αὐτίκα γὰρ ἔπαινος ἀνδρὸς ἂν λέγοιτο, ἐπειδὰν τὴν ἀνδρείαν αὐτοῦ ἐπεξίωμεν. ὅπου μὲν γὰρ ἀμφίλογον τὸ εἶναί τινα τοιοῦτον, τότε ἀποδεικνύναι χρή· ὅπου δὲ γιγνώσκεται, τὴν φύσιν ἐπαινεῖν τοῦ προσόντος ἀγαθοῦ τινι. ὁ γὰρ τοῦδε ἔπαινος ἅμα ἂν εἴη καὶ τοῦ ἔχοντος αὐτό. μάλιστα δ’ ἄν τις θαυμάσειε Μελαγκόμαν, ὅτι μορφῇ τοιοῦτος ὢν τῇ ἀνδρείᾳ διήνεγκεν.
9
δοκεῖ γὰρ ἔμοιγε τῇ ψυχῇ φιλονικῆσαι πρὸς τὸ σῶμα καὶ σπουδάσαι ὅπως ἂν διὰ ταύτην ἐνδοξότερος γένηται. γνοὺς οὖν τῶν πρὸς ἀνδρείαν ἔργων κάλλιστον ἅμα καὶ ἐπιπονώτατον τὴν ἄθλησιν, ἐπὶ ταύτην ἦλθεν. τῶν μὲν γὰρ πολεμικῶν ὅ τε καιρὸς οὐκ ἦν ἥ τε ἄσκησις ἐλαψροτέρα. φαίην δ’ ἂν ἔγωγε καὶ ἀρετῆς ἥττονος εἶναι. μόνης γὰρ εὐψυχίας ἐπίδειξις ἐν τοῖς πολεμικοῖς, ἡ δὲ ἄθλησις ἅμα μὲν ἀνδρείαν, ἅμα δὲ ἰσχύν, ἅμα δὲ σωφροσύνην ἐμποιεῖ.