5
τοιούτους μὲν οὖν μυρίους ἂν εὕροι τις τοὺς αὐτοὺς ὁτὲ μὲν καλοὺς δοκοῦντας, ὁτὲ δὲ αἰσχρούς, καὶ τοῖς μὲν σφόδρα ἀρέσκοντας, παρ’ ἑτέροις δὲ οὐδενὸς λόγου τυγχάνοντας. ὁλόκληρον δὲ καὶ ἀληθινὸν κάλλος θαυμαστὸν εἴ τῳ ὑπῆρξεν ὥσπερ τῷδε. ἐν ἅπαντι μὲν γὰρ τῷ σώματι ἐκέκτητο αὐτό, ἀεὶ δὲ ὁμοίως, καὶ πρὸ ἥβης καὶ ὕστερον· καὶ οὐκ ἄν ποτε ἐπὶ τοσοῦτον τοῦ χρόνου προῆλθεν, οὐδὲ εἰ πάνυ μακροῦ γήρως ἔτυχεν, ὥστε ἀμαυρῶσαι τὸ εἶδος. τεκμήριον δὲ τῆς ὑπερβολῆς·
6
οὐ γὰρ ἐν ἰδιώταις ἐξεταζόμενος διέφερεν οὐδὲ ὑπὸ ὀλίγων θεωρούμενος ὑπὸ τούτων ἐθαυμάζετο, ἀλλὰ μὴν ἀεὶ δήπου ἐν τοῖς ἁπάντων καλλίστοις, ἅμα τοῖς ἀθληταῖς ὤν. οἱ γὰρ μέγιστοι καὶ εὐειδέστατοι καὶ πλείστης ἐπιμελείας τῶν σωμάτων τυγχάνοντες οἵδε εἰσίν. ἑωράθη δὲ μικροῦ δεῖν ὑπὸ πάντων ἀνθρώπων. οὔτε γὰρ πόλις οὐδεμία τῶν ἐνδόξων οὔτε ἔθνος οὐδέν, ἔνθα μὴ ἀφίκετο· καὶ παρὰ πᾶσιν ὁμοίως τὴν αὐτὴν εἶχε δόξαν, ὡς οὐδένα ἰδοῦσι καλλίονα. ὁ δὲ ὑπὸ πλείστων μὲν θαυμασθείς, ἐν δὲ τοῖς καλλίστοις μόνος ἔχων τὴν ὑπὲρ τοῦ κάλλους φήμην δῆλον ὡς θείας τινὸς μορφῆς ἔτυχεν.