6
ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες· οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾅδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις. ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσχημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθ’ αὑτόν.
7
πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ οἶμαι πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται, πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος· οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν.
8
αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα ἐκ δανείων τὰ πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα καὶ τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων.