8
ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ περὶ γυναικῶν.
(77)ΔΙΑΤΡΙΒΗ ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΜΠΟΣΙΩΙ.
1
Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν· οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν.
2
οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ ὁ Διόνυσος· ἀλλὰ ἅτε διθύραμβος ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι.