4
ἐγὼ δέ φημι πάντα τἄλλα δίχα τῆς τοιαύτης ἐπιμελείας καὶ ζητήσεως ὀλίγου ἄξια εἶναι, τῷ δὲ ἐκεῖνο ἐννοήσαντι καὶ ξυνέντι, τούτῳ καὶ τὸ λέγειν καὶ τὸ στρατηγεῖν καὶ ὅ,τι ἂν ἄλλο ποιῇ ξυμφέρον τε εἶναι καὶ ἐπ’ ἀγαθῷ γίγνεσθαι. ἐπεὶ τό γε ἐπαινεῖσθαι καθ’ ἑαυτὸ ὑπὸ ἀνθρώπων ἀνοήτων, οἷοίπερ εἰσὶν οἱ πολλοί, ἢ τὸ δύνασθαι ἐν τοῖς τοιούτοις ἢ τὸ ἡδέως ζῆν οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν.
(75)ΠΕΡΙ ΤΟΥ ΔΑΙΜΟΝΟΣ.
1
Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος ὁ σοφός. — Δ. Λέγουσι γάρ. — Ἆρ’ οὖν ἀληθῆ σοι δοκοῦσι λέγειν; — Δ. Ἔμοιγε. — Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν ἀ τῶν; — Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ὅ,τι νομίζεις τὸν δαίμονα εἶναι. — Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθ’ ὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττῃ. — Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, ὃ δαίμονα καλεῖς, ἢ ἔξωθεν ὂν ἄρχον τι καὶ κύριον τοῦ ἀνθρώπου; —