7
Δ. Τί δαί; οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν, ὁποῖος ἂν ᾖ ποτε, ἀλλὰ καθ’ ἕτερον; — Οὐδαμῶς καθ’ ἕτερον. — Δ. Οὐκοῦν τὸν τυχόντα ἀγαθοῦ δαίμονος ἡγῇ δικαίως ζῆν καὶ φρονίμως καὶ σωφρόνως; τοιοῦτον γὰρ ὁμολογεῖς εἶναι τὸν δαίμονα αὐτοῦ. — Πάνυ γε. — Δ. Τὸν δὲ μοχθηροῦ δαίμονος πονηρῶς καὶ ἀφρόνως καὶ ἀνοήτως καὶ ἀκολάστως; — Φαίνεται ταῦτα συμβαίνειν ἐκ τῶν εἰρημένων νῦν. — Δ. Ἆρα ὅστις ἄνθρωπος νοῦν ἔχων ἐστὶ καὶ δίκαιος καὶ σώφρων, οὗτος εὐδαίμων ἐστὶν ἀγαθῷ δαίμονι συνών· ὅστις δὲ ἀσελγὴς καὶ ἄφρων καὶ πανοῦργος, ἀνάγκη κακοδαίμονα φάσκειν ἐκεῖνον κακῷ δαίμονι συνεζευγμένον καὶ λατρεύοντα; —
8
Ἀληθές. — Δ. Σοφὸν δὲ ἄλλον τινα καλεῖς ἢ τὸν φρόνιμον ἄνθρωπον καὶ δίκαιον καὶ ὅσιον καὶ ἀνδρεῖον, φαῦλον δὲ τὸν ἄδικον καὶ ἀνόσιον καὶ δειλόν; — Φημί. — Δ. Μὴ τοίνυν ἔτι θαύμαζε τῶν λεγόντων, ὅτι μόνον καὶ πάντα φασὶ τὸν σοφὸν εὐδαίμονα εἶναι, τῶν δὲ φαύλων οὐδένα ὅντινα οὐ κακοδαίμονα· ἐπειδή γε καὶ σοὶ ταῦτα δοκεῖ. —
9
Τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι· ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον οὐκ ἔχω εἰπεῖν. ἄλλως τε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν. — Δ. Ἀλλ’ ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων ὁ σοφός· τὰ δὲ ἄλλα κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς.