5
Ἀλλὰ οὗτός γε ὁ ποιητὴς ληρεῖν ἔμοιγε φαίνεται. τὸ δὲ τοῦ Ὁμήρου ταράττει με, ὅτι οὕτω σοφὸς ὢν ὑπὲρ τῶν ἀνθρώπων ταύτην ἀπεφήνατο τὴν γνώμην. — Δ. Καὶ τί ἄτοπον εἴρηκεν; οὐ γὰρ ὡς ἅπαντες οἱ ἄνθρωποι ἄθλιοί εἰσί φησιν, ἀλλ’ ὅτι οὐθέν ἐστι ζῷον ἀνθρώπου ἀθλιώτερον τοῦ γε ἀθλίου, ὥσπερ ἀμέλει καὶ ἡμεῖς φαῖμεν ἄν. ἴσως γάρ τοι καὶ μόνος τῶν ἄλλων ὁ ἄνθρωπος κακοδαίμων ἐστίν, ὥσπερ καὶ εὐδαίμων· ἐπεί τοι καὶ μόνος ἄφρων, ὥσπερ καὶ φρόνιμος. οὔτε γὰρ ἄδικος οὔτε ἀκόλαστος εἴη ἂν ἵππος ἢ σῦς ἢ λέων, ὥσπερ οὐδὲ ἄμουσος οὐδὲ ἀγράμματος. —
6
Ἀλλὰ καλῶς μοι δοκεῖς διωρθῶσθαι τὸ τοῦ Ὁμήρου καὶ ἀποκρίνομαι ὅτι ἡγοῦμαι ἄνθρωπον εὐδαίμονα εἶναι. — Δ. Ἆρ’ οὗ ὁ δαίμων ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα εἶναι φῄς, οὗ δὲ μοχθηρός, κακοδαίμονα; — Ἔγωγε. — Δ. Δαίμονα δὲ ἄλλως ἀγαθὸν λέγεις; — Ἢ πῶς γε; — Δ. Ὥσπερ ἄνθρωπον, ἔτι δὲ μᾶλλον θεόν; ἢ τοὺς θεούς, εἴπερ νομίζεις ἀγαθοὺς εἶναι, οὐ δικαίους νομίζεις καὶ φρονίμους καὶ σώφρονας καὶ τὰς ἄλλας ἀρετὰς ἔχοντας, ἀλλὰ ἀδίκους καὶ ἀνοήτους καὶ ἀκολάστους; — Οὐδαμῶς ἔγωγε. — Δ. Οὐκοῦν καὶ δαίμονα, εἴπερ τινὰ ἀγαθὸν ἡγῇ, δῆλον ὡς δίκαιον ἡγῇ καὶ χρήσιμον καὶ φρόνιμον; — Πῶς γὰρ οὔ; — Δ. Ἦ γὰρ ὃν κακόν τινα νομίζεις, πονηρὸν οἴει τὸν αὐτὸν εἶναι καὶ ἄδικον καὶ ἀνόητον; — Ἀνάγκη πάντως. —