15
Δ. Οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδάν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενὸς υἱός ἐστιν. — Πῶς λέγεις μηδενὸς εἶναι αὐτόν; — Δ. Οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν. — Ἀλλ’ ἦ τῶν Σπαρτῶν ἐστιν εἷς; — Δ. Πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ἦσαν καὶ φιλάνθρωποι τὰς φύσεις, ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι τῆς γῆς τὰ τέκνα· ἐπεὶ τό γε σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ ἢ Λακωνικῷ τε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστὶν οὐ δεῖ δήπου ἀμφιγνοῆσαι. —
16
τι γὰρ; εἴη τις ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; ἢ οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν; — Δ. Ἀλλ’ οὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι ὥσπερ εἶδος καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα, ἢ ὁμοίως σοι δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύς τε καὶ Ἕκτωρ; — Οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ὁ ποιητὴς διέξεισιν; — Δ. Ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν· οὐ γὰρ οἶμαι περὶ κάλλους ἔπρεπεν αὐτοῦ τι μεμνῆσθαι. τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναί φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων· οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος.