58
ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι;
59
πρὸς ταῦτα χαλέπαινε καὶ πήδα, ἔφη, καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον· ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τἀληθῆ, καὶ παρʼ οὐδενὸς ἄλλου ἀνθρώπων ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι.
60
ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, παρʼ οὐδὲν μὲν ἡγούμενος, εἰ καί τι πείσεται, πλὴν σαφῶς γε εἰδὼς ὅτι οὐδὲν ἔσοιτο. ἠπίστατογὰρ τὸν Ἀλέξανδρον δοῦλον ὄντα τῆς δόξης καὶ οὐδέποτʼ ἂν ἁμαρτόντα περὶ ἐκείνην.
61
ἔφη οὖν αὐτὸν μηδὲ τὸ σημεῖον τὸ βασιλικὸν ἔχειν. καὶ ὁ Ἀλέξανδρος θαυμάσας, Οὐκ ἄρτι ἔλεγες, ἔφη, ὅτι οὐδὲν δεῖ σημείων τῷ βασιλεῖ; ναὶ μὰ Δίʼ, εἶπε, τῶν γε ἔξωθεν, οῖον τιάρας καὶ πορφύρας· τούτων γὰρ οὐδέν ἐστιν ὄφελος· τὸ δὲ ἐκ τῆς φύσεως αὐτῷ δεῖ προσεῖναι πάντων μάλιστα.
62
καὶ τί τοῦτό ἐστιν, ἔφη ὁ Ἀλέξανδρος; ὃ καὶ τῶν μελιττῶν, ἦ δʼ ὅς, τῷ βασιλεῖ πρόσεστιν. ἢ οὐκ ἀκήκοας ὅτι ἐστὶ βασιλεὺς ἐν ταῖς μελίτταις φύσει γιγνόμενος, οὐκ ἐκ γένους τοῦτο ἔχων, ὥσπερ ὑμεῖς φατε, ἀφʼ Ἡρακλέους ὄντες; τί οὖν τοῦτό ἐστιν, εἶπεν ὁ Ἀλέξανδρος, τὸ σημεῖον;