16
τὰς δὲ ἀμαθεῖς τε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μηδὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐδὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς.
17
ἢ οὐκ ἐν ταῖς ἐρημίας καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδας τε καὶ πλούτους καὶ ἄλλ’ ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας ἀναπλάττοντες χρυσοῦ τε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον κτώμενοι, οἱ δὲ βασιλεῖς τε καὶ μονάρχους πόλεών τε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, τοὺς μέν τινας ἀποκτιννύντες, τοὺς δὲ ἐλαύνοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες,