1
Τί γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τις Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μηδὲ κινδυνεύειν, οὗτος ἂν ἀνακεχωρηκέναι λέγοιτο;
2
ἢ εἴ τις συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; ἢ εἴ τις ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποι τε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τις ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι καὶ αὐτόν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινας φυλάττειν ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ’ ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μηδὲ εἷς αὐτὸν ἐξελέγξει μηδὲ κωλύσει πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι, ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ’ οὗτοι μὲν δῆλον ὅτι φεύγουσί τε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐδὲ συγγνώμη τῆς τοιαύτης σχολῆς τε καὶ ἀποδράσεως.