8
ἕκαστος οὖν αὐτῶν εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν· οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν ᾖ τοιοῦτος. καὶ μὴν ὅ γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως·
9
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι πλεονεξίας, παῖ; μὴ σύ γ̓. ἄδικος ἡ θεός. πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ̓ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων· ἐφ’ ᾗ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς, ἰσότητα τιμᾶν καὶ φίλους εἶναι φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖν· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται.
10
παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα. τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν. ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει· καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινὴν φιλίαν καὶ πᾶσιν εἰρήνην πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ’ οὐδὲν ἕτερον συμβαίνοντας ἢ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται.