7
καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή. τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν ἢ πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶπροσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ·
8
καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν ʽπολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ παρὰ τῆς τύχησ̓ ἢ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γάρ, ὦ μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν καὶ μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν; οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι καὶ δεδιέναι τὴν ἀδηλότητα τοῦ πράγματος.
9
ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος, ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων ἢ μέγα ἢ θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν.