27
εἰ μὲν γὰρ τὸ ἁλῶναι ποιεῖ δουλεύειν, αὐτοῖς τοῖς ἑαλωκόσι μᾶλλον τούτου προσήκοι ἂν ἢ τοῖς ἐξ ἐκείνων· εἰ δὲ τὸ ἐκ δούλων γεγονέναι, δῆλον ὅτι ἐξ ἐλευθέρων ὄντες τῶν ἑαλωκότων οἱ μετ’ αὐτοὺς οὐκ ἂν εἶεν οἰκέται. καὶ γὰρ δὴ ὁρῶμεν ἐκείνους Μεσσηνίους, δι’ ὅσων ἐτῶν οὐ μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τὴν χώραν ἐκομίσαντο τὴν αὑτῶν.
28
ἐπεὶ γὰρ ἡττήθησαν ἐν Λεύκτροις ὑπὸ Θηβαίων Λακεδαιμόνιοι, στρατεύσαντες εἰς Πελοπόννησον Θηβαῖοι μετὰ τῶν συμμάχων ἠνάγκασαν τήν τε χώραν τὴν Μεσσηνίαν ἀποδοῦναι Λακεδαιμονίους καὶ ὅσοι ἦσαν ἀπ’ ἐκείνων γεγονότες, δουλεύοντας πρότερον παρὰ Λακεδαιμονίοις, τοὺς Εἴλωτας λεγομένους, κατῴκισαν πάλιν εἰς Μεσσήνην. καὶ ταῦτα οὐδείς φησιν ἀδίκως πεποιηκέναι τοὺς Θηβαίους, ἀλλὰ παγκάλως καὶ δικαίως. ὥστε εἴπερ οὗτος ὁ τρόπος οὐ δίκαιός ἐστι τῆς κτήσεως, ἐξ οὗ πάντες οἱ λοιποὶ τὴν ἀρχὴν ἔχουσι, κινδυνεύει μηδὲ ἄλλος μηθεὶς εἶναι, μηδὲ τῷ ὄντι κατ’ ἀλήθειαν δοῦλος λέγεσθαι.
29
ἀλλὰ μὴ οὐχ οὕτως ᾖ λεγόμενος ἐξ ἀρχῆς ὁ δοῦλος, ὑπὲρ ὅτου ἀργύριόν τις τοῦ σώματος κατέβαλεν ἢ ὃς ἂν ἐκ δούλων λεγομένων ᾖ γεγονώς, ὥσπερ οἱ πολλοὶ νομίζουσι, πολὺ δὲ μᾶλλον ὅσπερ ἀνελεύθερος καὶ δουλοπρεπής. τῶν μὲν γὰρ λεγομένων δούλων πολλοὺς ὁμολογήσομεν δήπου εἶναι ἐλευθερίους, τῶν δέ γε ἐλευθέρων πολλοὺς πάνυ δουλοπρεπεῖς. ἔστι δὲ ὡς περὶ τοὺς γενναίους καὶ τοὺς εὐγενεῖς. τούτους γὰρ οἱ ἐξ ἀρχῆς ὠνόμασαν τοὺς εὖ γεγονότας πρὸς ἀρετήν, οὐδὲν πολυπραγμονοῦντες ἐκ τίνων εἰσίν· ὕστερον δὲ οἱ ἐκ τῶν πάλαι πλουσίων καὶ τῶν ἐνδόξων ὑπό τινων