25
καὶ γὰρ οἰκίαν καὶ χωρίον καὶ ἵππον καὶ βοῦν πολλοὺς ἤδη φανῆναι τῶν κεκτημένων πολὺν χρόνον οὐ δικαίως ἔχοντας, ἐνίους δὲ καὶ παρὰ τῶν πατέρων παρειληφότας· οὕτως δὴ καὶ ἄνθρωπον εἶναι ἀδίκως κεκτῆσθαι. καὶ γὰρ δὴ τῶν κτωμένων εἶναι τοὺς οἰκέτας, ὥσπερ καὶ τὰ ἄλλα ξύμπαντα, οἱ μὲν παρ’ ἄλλων λαμβάνουσιν ἢ χαρισαμένου τινὸς ἢ κληρονομήσαντες ἢ πριάμενοι, τινὲς δὲ ἐξ ἀρχῆς τοὺς παρὰ σφίσι γεννηθέντας, οὓς οἰκογενεῖς καλοῦσιν. τρίτος δὲ κτήσεως τρόπος, όταν ἐν πολέμῳ λαβὼν αἰχμάλωτον ἢ καὶ ληϊσάμενος, κατὰ τοῦτον τὸν τρόπον ἔχῃ καταδουλωσάμενος, ὅσπερ οἶμαι πρεσβύτατος ἁπάντων ἐστίν. τοὺς γὰρ πρώτους γενομένους δούλους οὐκ εἰκὸς ἐκ δούλων φῦναι τὴν ἀρχήν, ἀλλὰ ὑπὸ λῃστείας ἢ πολέμῳ κρατηθέντας οὕτως ἀναγκασθῆναι δουλεύειν τοῖς λαβοῦσιν.
26
οὐκοῦν οὗτος ὁ παλαιότατος τρόπος, ἐξ οὗ πάντες οἱ λοιποὶ ἤρτηνται, σφόδρα ἀσθενὴς καὶ οὐδὲν ἔχων ἰσχυρόν· ὅταν γάρ ποτε δυνηθῶσιν ἐκεῖνοι πάλιν ἀποφυγεῖν, οὐδὲν κωλύει ἐλευθέρους εἶναι αὐτούς, ὡς ἀδίκως δουλεύοντας· ὥστε οὐδὲ πρότερόν ποτε δοῦλοι ἦσαν. ἐνίοτε δὲ οὐ μόνον αὐτοὶ ἀπέφυγον τὴν δουλείαν, ἀλλὰ καὶ τοὺς δεσπότας κατεδουλώσαντο. κἀνταῦθα ἤδη, φασίν, ὀστράκου μεταπεσόντος ἅπαν γίγνεται τοὐναντίον τῶν πρότερον. εἶπεν οὖν τις τῶν παρόντων ὅτι ἐκεῖνοι μὲν αὐτοὶ ἴσως οὐκ ἂν λέγοιντο δοῦλοι, τοῖς δὲ ἐξ ἐκείνων γενομένοις καὶ τοῖς δευτέροις καὶ τοῖς τρίτοις κυρίως ἂν ἤδη προσήκοι τοῦ ὀνόματος. Καὶ πῶς;