22
Τί δέ; ἐμαυτὸν οὐκ ἄν σοι δοκῶ ἐλευθερῶσαι; Εἴ γε ἀργύριόν ποθεν καταβάλοις τῷ δεσπότῃ. Οὐ τοῦτόν φημι τὸν τρόπον, ἀλλὰ όνπερ Κῦρος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ Πέρσας ἅπαντας ἠλευθέρωσε, τοσοῦτον ὄχλον, οὔτε ἀργύριον οὐδενὶ καταβαλὼν οὔτε ὑπὸ τοὺ δεσπότου ἀφεθείς. ἢ οὐκ οἶσθα ὅτι λυχνοποιὸς ἦν Κῦρος Ἀστυάγους, καὶ ὁπότε γ’ ἐνεθυμήθη καὶ ἔδοξεν αὐτῷ, ἐλεύθερος ἅμα καὶ βασιλεὺς ἐγένετο τῆς Ἀσίας ἁπάσης;
23
Εἶεν· ἐμὲ δὲ πῶς φῂς δοῦλον ἂν γενέσθαι; Ὅτι μυρίοι δήπου ἀποδίδονται ἑαυτοὺς ἐλεύθεροι ὄντες, ὥστε δουλεύειν κατὰ συγγραφὴν ἐνίοτε ἐπ’ οὐδενὶ τῶν μετρίων, ἀλλ’ ἐπὶ πᾶσι τοῖς χαλεπωτάτοις. Τέως μὲν οὖν προσεῖχον τοῖς λόγοις οἱ παρόντες, ὡς οὐ μετὰ σπουδῆς λεγομένοις μᾶλλον ἢ μετὰ παιδιᾶς· ὕστερον δὲ ἐφιλονίκουν, καὶ ἐδόκει ἄτοπον εἶναι, εἰ μηδὲν ἔσται εἰπεῖν τεκμήριον, ᾧ τις ἀναμφιλόγως διακρινεῖ τὸν δοῦλον ἀπὸ τοῦ ἐλευθέρου, ἀλλ’ εὐμαρὲς ἔσοιτο περὶ παντὸς ἀμφισβητεῖν καὶ ἀντιλέγειν.
24
ἀφέντες οὖν ὑπὲρ ἐκείνου σκοπεῖν καὶ τῆς ἐκείνου δουλείας ἐσκόπουν ὅστις εἴη δοῦλος. καὶ ἐδόκει αὐτοῖς, ὃν ἄν τις ᾖ κεκτημένος κυρίως, ὥσπερ ἄλλο τι τῶν αὑτοῦ χρημάτων ἢ βοσκημάτων, ὥστε ἐξεῖναι αὐτῷ χρῆσθαι ό,τι βούλεται, οὗτος ὀρθῶς λέγεσθαί τε καὶ εἶναι δοῦλος τοῦ κεκτημένου. πάλιν οὖν ἠμφεσβήτει ὁ περὶ τῆς δουλείας ἀντιλέγων ό, τι ποτὲ εἴη τὸ κύριον τῆς κτήσεως.