39
τοῦτο δὲ οὐκ ἐγὼ λέγω νῦν, ἀλλʼ Ὅμηρος ἐμοῦ πρότερος. ἢ οὐκ ἔμπειρος εἶ τῶν Ὁμήρου ἐπῶν; ὁ δὲ Ἀλέξανδρος μέγιστον ἐφρόνει, ὅτι ἠπίστατο μὲν τὸ ἕτερον ποίημα ὅλον, τὴν Ἰλιάδα, πολλὰ δὲ καὶ τῆς Ὀδυσσείας. θαυμάσας οὖν ἔφη, Καὶ ποῦ διείλεκται περὶ τούτων Ὅμηρος; ἐκεῖ, ἔφη, ὅπου τὸν Μίνω λέγει τοῦ Διὸς ὀαριστήν.
40
ἢ οὐ τὸ ὀαρίζειν ὁμιλεῖν ἐστιν; οὐκοῦν ὁμιλητὴν τοῦ Διός φησιν αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἔφη μαθητήν. ἆρʼ οὖν ὑπὲρ ἄλλων αὐτὸν οἴει μανθάνειν τε καὶ ὁμιλεῖν τῷ Διὶ πραγμάτων ἢ τῶν δικαίων καὶ βασιλικῶν; ἐπεί τοι καὶ λέγεται δικαιότατος ὁ Μίνως πάντων γενέσθαι.
41
πάλιν δὲ ὅταν λέγῃ διοτρεφεῖς τοὺς βασιλέας καὶ διιφίλους, ἄλλο τι οἴει λέγειν αὐτὸν τὴν τροφὴν ταύτην, ἢ ἣν ἔφη εἶναι διδασκαλίαν καὶ μαθητείαν; ἢ σὺ οἴει λέγειν αὐτὸν ὑπὸ τοῦ Διὸς τοὺς βασιλέας τρέφεσθαι ὥσπερ ὑπὸ τίτθης γάλακτι καὶ οἴνῳ καὶ σιτίοις, ἀλλʼ οὐκ ἐπιστήμῃ καὶ ἀληθείᾳ;
42
ὁμοίως δὲ καὶ φιλίαν οὐκ ἄλλην ἢ τὸ ταὐτὰ βούλεσθαι καὶ διανοεῖσθαι, ὁμόνοιάν τινα οὖσαν; οὕτως γὰρ δήπου καὶ τοῖς ἀνθρώποις δοκοῦσιν οἱ φίλοι πάντων μάλιστα ὁμονοεῖν καὶ μὴ διαφέρεσθαι περὶ μηδενός.
43
ὃς ἂν οὖν τῷ Διὶ φίλος ᾖ καὶ ὁμονοῇ πρὸς ἐκεῖνον, ἔσθʼ ὅπως ἀδίκου τινὸς ἐπιθυμήσει πράγματος ἢ πονηρόν τι καὶ αἰσχρὸν διανοηθήσεται; αὐτὸ δὲ τοῦτο ἔοικε δηλοῦν καὶ ὅταν ἐγκωμιάζων τινὰ λέγῃ τῶν βασιλέων ʽποιμένα λαῶνʼ.