11
φέρε δὴ πρὸς θεῶν, εἰ δὲ δὴ προσομολογήσαιμί σοι τούτους εἶναί μου γονέας, οὓς σὺ φῄς, πόθεν οἶσθα περὶ τῆς ἐκείνων δουλείας; ἢ καὶ τοὺς γονέας αὐτῶν ἠπίστω σαφῶς καὶ ἕτοιμος εἶ καὶ περὶ ἐκείνων κατόμνυσθαι ἑκατέρου ὅτι ἐξ ἀμφοῖν δούλοιν γεγόνεσαν ἀμφότεροι, καὶ τοὺς ἔτι πρότερον καὶ ἐξ ἀρχῆς ἅπαντας; δῆλον γὰρ ὡς ἐάνπερ ἐλεύθερος ᾖ τις τῶν ἐκ τοῦ γένους, οὐκέτι οἷόν τε τοὺς ἀπ’ ἐκείνου δούλους ὀρθῶς νομίζεσθαι. τοῦτο δὲ οὐ δυνατόν ἐστιν, ὦ βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν ᾧ οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες· καὶ νὴ Δία τύραννοι καὶ βασιλεῖς καὶ δεσμῶται καὶ στιγματίαι καὶ κάπηλοι καὶ σκυτοτόμοι καὶ τἄλλα ὅσα ἐν ἀνθρώποις ἐστίν, ἁπάσας μὲν ἐργασίας, ἅπαντας δὲ βίους, ἁπάσας δὲ τύχας καὶ ξυμφορὰς μετηλλαχότες.
12
ἢ οὐκ οἶσθα ὅτι τούτου ἕνεκεν τὰ τῶν ἡρώων λεγομένων γένη εὐθὺς εἰς θεοὺς οἱ ποιηταὶ ἀναφέρουσιν, ὥστε μηκέτι ἐξετάζεσθαι τὸ προσώτερον; καὶ τούς γε πλείονας αὐτῶν φασιν ἐκ Διὸς γεγονέναι, ἵνα μὴ αὐτοῖς οἵ τε βασιλεῖς καὶ οἱ οἰκισταὶ τῶν πόλεων καὶ ἐπώνυμοι εἰς τοιαῦτα ἐμπίπτωσιν, ἃ δοκεῖ παρὰ τοῖς ἀνθρώποις ὀνείδη εἶναι. ὥστε, εἴπερ οὕτως ἔχει τὰ τῶν ἀνθρώπων, ὡς ἡμεῖς τε καὶ ἄλλοι σοφώτεροι ἡμῶν φασιν, οὐδὲν ἂν μᾶλλον σοὶ προσήκοι ἐλευθερίας κατὰ γένος ἢ ὁτῳοῦν τῶν σφόδρα δοκούντων οἰκετῶν· εἰ μὴ ἄρα καὶ σὺ φθάσεις ἀναγαγὼν εἰς Δία ἢ Ποσειδῶνα ἢ Ἀπόλλωνα τοὺς σαυτοῦ προγόνους· οὐδέ γε ἐμοὶ περὶ δουλείας.