9
Ναὶ μὰ Δία, ἔφη, πλήν γε τῆς Οἰνέως, τοῦ Πανδίονος, εἶπε, νόθου παιδός· ὁ γὰρ ἐκείνου νομεὺς ὁ ἐν ταῖς Ἐλευθεραῖς καὶ ἡ γυνὴ ἡ τοῦ νομέως οὐ μόνον οὐκ ἐξετίθεσαν αὐτοὶ γεννήσαντες, ἀλλὰ καὶ ἀλλότρια εὑρόντες ἐν τῇ ὁδῷ παιδία, οὐκ εἰδότες ὅτου ποτὲ ἦσαν, ἀνελόμενοι ἔτρεφον ὡς αὑτῶν, καὶ οὐδὲ ὕστερον ἑκόντες οὐδέποτε ὡμολόγησαν ὅτι ἀλλότριοι ἦσαν. σὺ δ᾽ ἴσως καὶ τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα ἐλοιδόρεις ἄν, πρὶν φανεροὺς γενέσθαι, καὶ διώμνυσο ὡς περὶ δούλων τῶν τοῦ Διὸς υἱέων.
10
καὶ ὃς γελάσας πάνυ εἰρωνικῶς, Τοὺς τραγῳδούς, ἔφη, καλεῖς μάρτυρας. Οἷς γε πιστεύουσιν, εἶπεν, οἱ Ἕλληνες· οὓς γὰρ ἐκεῖνοι ἀποδεικνύουσιν ἥρωας, τούτοις φαίνονται ἐναγίζοντες ὡς ἥρωσι, καὶ τὰ ἡρῷα ἐκείνοις ᾠκοδομημένα ἰδεῖν ἔστιν. ὁμοίως δὲ ἐννόησον, εἰ βούλει, καὶ τὴν Φρυγίαν τὴν Πριάμου δούλην, ἣ τὸν Ἀλέξανδρον ἐν τῇ Ἴδῃ ἐξέθρεψεν ὡς αὑτῆς υἱέα, λαβοῦσα παρὰ τοῦ ἀνδρὸς βουκόλου ὄντος, καὶ τὴν παιδοτροφίαν οὐ χαλεπῶς ἔφερεν. Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους οὐχ ὑπὸ γυναικός, ἀλλ’ ὑπὸ ἐλάφου τραφῆναι λέγουσιν. ἢ δοκεῖ σοι ἔλαφος μᾶλλον ἐλεῆσαι ἂν βρέφος καὶ ἐπιθυμῆσαι τρέφειν ἢ ἄνθρωπος, ἐὰν τύχῃ δούλη οὖσα;