4
Ἀλλ’ ἐγώ σου, ἔφη, καὶ τὴν μητέρα ἐπίσταμαι ὁμόδουλον τοῦ πατρός. Εἶεν, ἔφη· τὴν δὲ σαυτοῦ οἶσθα; Πάνυ μὲν οὖν· ἀστὴν ἐξ ἀστῶν καὶ προῖκα ἱκανὴν ἐπενηνεγμένην. Ἦ καὶ ἔχοις ἂν ὀμόσας εἰπεῖν ὅτι ἐξ οὗ φησιν ἐκείνη, ἐκ τούτου γέγονας; ὁ μὲν γὰρ Τηλέμαχος οὐ πάνυ ἠξίου διατείνεσθαι ὑπὲρ Πηνελόπης τῆς Ἰκαρίου, σφόδρα σώφρονος δοκούσης γυναικός, ὅτι ἀληθῆ λέγει τὸν Ὀδυσσέα ἀποφαίνουσα αὑτοῦ πατέρα· σὺ δὲ οὐ μόνον ὑπὲρ σαυτοῦ ἂν καὶ τῆς σῆς μητρός, ἐὰν κελεύσῃ σέ τις, ὀμόσαις, ὡς ἔοικεν, ἀλλὰ καὶ περὶ δούλης ἡστινοσοῦν, ἐξ ὅτου ποτὲ ἐκύησεν, ὥσπερ ἣν λέγεις ἐμὴν εἶναι μητέρα.
5
ἀδύνατον γάρ σοι δοκεῖ εἶναι ἐξ ἄλλου ἀνδρὸς κυῆσαι ἐλευθέρου ἢ καὶ τοῦ αὑτῆς δεσπότου. οὐ πολλοὶ Ἀθηναίων συγγίγνονται θεραπαίναις αὑτῶν, οἱ μέν τινες κρύφα, οἱ δὲ καὶ φανερῶς; οὐ γὰρ δήπου βελτίους εἰσὶ πάντες τοῦ Ἡρακλέους, ὃς οὐδὲ τῇ Ἰαρδάνου δούλῃ συγγενέσθαι ἀπηξίωσεν, ἐξ ἧς ἐγένοντο οἱ Σάρδεων βασιλεῖς.
6
ἔτι δὲ οὐ δοκεῖ σοι, ὡς ἔοικε, Κλυταιμνήστρα μὲν, Τυνδάρεω θυγάτηρ, γυνὴ δὲ Ἀγαμέμνονος, μὴ μόνον Ἀγαμέμνονι συνεῖναι τῷ αὑτῆς ἀνδρί, ἀλλὰ καὶ ἀποδημήσαντος ἐκείνου Αἰγίσθῳ συγγενέσθαι, καὶ Ἀερόπη ἡ Ἀτρέως γυνὴ τὴν Θυέστου προσδέξασθαι ὁμιλίαν, καὶ ἄλλαι πολλαὶ καὶ πάλαι καὶ νῦν ἐνδόξων καὶ πλουσίων ἀνδρῶν γυναῖκες ἑτέροις συγγίγνεσθαι καὶ παῖδας ἐνίοτε ἐξ ἐκείνων ποιεῖσθαι· ἣν δὲ σὺ λέγεις θεράπαιναν οὕτως πάνυ ἀκριβῶς φυλάττειν τὰ πρὸς τὸν ἄνδρα τὸν αὑτῆς, ὥστε μὴ ἂν ἑτέρῳ συγγενέσθαι.