1
Ἀλλὰ μὴν ἔναγχος παρεγενόμην τισὶ διαμφισβητοῦσι περὶ δουλείας καὶ ἐλευθερίας, οὐκ ἐπὶ δικαστῶν οὐδ’ ἐν τῇ ἀγορᾷ, οὑτωσὶ δὲ κατ’ οἰκίαν ἐπὶ χρόνον πάμπολυν. καὶ παρῆσαν ἑκατέρῳ τοῖν ἀνδροῖν οὐκ ὀλίγοι σπουδάζοντες. ἐτύγχανον γὰρ ὑπὲρ ἄλλων πρότερον ἀντιλέγοντες, ὡς ἐμοὶ δοκοῦσιν· ἡττώμενος δὲ ἐν τοῖς λόγοις ἅτερος καὶ διαπορῶν εἰς λοιδορίαν ἐτράπετο, ὥσπερ εἴωθε τοῦτο συμβαίνειν πολλάκις, καὶ ὠνείδισεν ὡς οὐκ ἐλεύθερον ὄντα τὸν ἕτερον.
2
καὶ ὃς πάνυ πρᾴως ἐμειδίασέ τε καὶ εἶπε, Πόθεν δὲ ἔστιν, ὦ ἄριστε, εἰδέναι ὅστις δοῦλος ἢ ὅστις ἐλεύθερος; Ναὶ μὰ Δία, ἔφη· ἐπίσταμαι γοῦν ἐμαυτὸν μὲν ἐλεύθερον ὄντα καὶ τούτους ἅπαντας, σοὶ δὲ οὐδὲν προσῆκον ἐλευθερίας. καί τινες τῶν παρόντων ἐγέλασαν. καὶ ὃς οὐδέν τι μᾶλλον ᾐσχύνθη, ἀλλ’ ὥσπερ οἱ ἀνδρεῖοι ἀλεκτρυόνες πρὸς τὴν πληγὴν ἐπεγείρονται καὶ θαρροῦσιν, κἀκεῖνος ἐπηγέρθη καὶ ἐθάρρησε πρὸς τὴν λοιδορίαν, καὶ ἤρετο αὐτὸν ὁπόθεν τοῦτο ἐπίσταται τὸ περί τε αὑτοῦ καὶ περὶ ἐκείνου.
3
Ὅτι, ἔφη, τὸν μὲν ἐμαυτοῦ πατέρα ἐπίσταμαι Ἀθηναῖον ὄντα, εἴπερ τις ἄλλος, τὸν δὲ σὸν οἰκέτην τοῦ δεῖνος, εἰπὼν τοὔνομα. καὶ ὅς, Τί οὖν, εἶπε, κατὰ τοῦτο κωλύει με ἐν Κυνοσάργει ἀλείφεσθαι μετὰ τῶν νόθων, εἴπερ ἐκ μητρὸς ἐλευθέρας, ἴσως δὲ καὶ ἀστῆς, τυγχάνω γεγονὼς καὶ πατρὸς οὗ σὺ φῄς; ἢ οὐ πολλαὶ ἀσταὶ γυναῖκες δι’ ἐρημίαν τε καὶ ἀπορίαν αἱ μὲν ἐκ ξένων ἐκύησαν, αἱ δὲ ἐκ δούλων, τινὲς μὲν ἀγνοοῦσαι τοῦτο, τινὲς δὲ καὶ ἐπιστάμεναι; καὶ οὐδεὶς δοῦλός ἐστιν, ἀλλὰ μόνον οὐκ Ἀθηναῖος, τῶν οὕτως γεννηθέντων.