13
ʽἈλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλοσ̓. οὐ δὴ ἐπὶ τῶν πλεόντων οὐδὲ τῶν καμνόντων οἰ δὲ τῶν στρατευομένων οὐδὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό· οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ’ ὡς ὅ τε κυβερνήτης καὶ ἰατρὸς καὶ διδάσκαλος προστάττει. οὐ τοίνυν οὐδὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ’ ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους πράττῃ, ζημιώσεται.
14
Οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μηδὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος, ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος. Τί δέ; οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα· λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὅμοια πράττειν; Οὐ μὰ Δία φαίην ἂν οὐδὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι ὑπὸ τῶν ἀνθρώπων.
15
Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. Τοῦτο μὲν ἀληθὲς λέγεις. Οὔκουν οὐδὲ ταῦτα ἔξεστι πράττειν; Οὐ γὰρ οὖν.