11
πρώτη μὲν γὰρ οἶμαι πρὸς ἕκαστον ἔστη δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ καὶ μειδιῶσα πρὸς ἅπαντας ʽσαρδάνιον μάλα τοῖον̓ χαλεπὴ δὲ ἡδονὴ καὶ φέρει δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἵοις εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς ἢ τυράννους καὶ πάντας, ὅσοι μακαρίων παῖδες κέκληνται· τούτων δὲ χαλεπώτερον οὐδὲν οὐδὲ μᾶλλον ἐμφύεται καὶ πιέζει.
12
μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἢ ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθ’ Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων, οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας· ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου κηδόμενος.
13
πολὺ δ’ ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δ’ οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν ἡ χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς· καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς ἢ θύρας ἢ ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερ’ ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως·