7
πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας, ἐν ᾗ ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες οὐδὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφ’ ὦν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσει τε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον· σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθ’ ὑμᾶς σοφωτάτου ποἶ ἄττα δεσμὰ τὸν Ἄρη φησὶ κατασχεῖν, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ἠΰτ’ ἀράχνια λεπτά, τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο.
8
μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ’ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου εὖ πεποιημένα εἴη. τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον ἐκ γῆς γεγονότα, τοιούτων δεῖται τῶν κρατησόντων· ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι κατὰ τὸν Ἥφαιστον αὐτὸν; ὑμεῖς δὲ στερροὺς καὶ ἀδαμαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃ τε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μηδὲ αὐτόνομον.