5
ἀλλ’ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ̓ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παρ’ ἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν ἄρα μικρὸν αἴθυγμα δεικνύντι πυρός. ὁ μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παρ’ ὑμῖν, ὦ κακοδαίμονες· ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.
6
καὶ τὸν μὲν τοῦ Διὸς θεσμὸν πάλαι παρέβητε, τὸν δὲ τοῦ δεῖνος ἢ τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀράν, ἣν Ἀθηναῖοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν, ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις ʽπᾶσα γὰρ ἀνάγκη τὸν συνέχοντα τὸ πᾶν θεσμὸν ἀραῖον ὑπάρχειν’ πλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλ’ ἕκαστος αὑτῷ γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον ἂν σῴζειν ὡς ἂν οἷός τε ᾖ καὶ τό γε καθ’ αὑτὸν φυλάττειν οὐδέποτε ἂν μὴ φρονεῖν φαίην ἔγωγε.