31
καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους, πεπαιδευμένους ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ.
32
καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλʼ οὐδʼ ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος· ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός.
33
οὐ γὰρ μαθεῖν, ἀλλʼ ὑπομνησθῆναι δεῖται μόνον· ἔπειτα εὐθὺς οἶδέν τε καὶ ἐγνώρισεν, ὡς ἂν ἐξ ἀρχῆς τὰ δόγματα ἔχων ταῦτα ἐν τῇ αὑτοῦ διανοίᾳ. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς ἄπεισιν· ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι σοφιστῇ, κατατρίψει περιάγων αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος.
34
ὥσπερ γὰρ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες ἐν τῇ θήρᾳ μηδὲν ξυνεῖσαι μηδὲ γνωρίσασαι τὸ ἴχνος ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡσεἰδυῖαί τε καὶ ὁρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθεγγομέναις,