40
βούλεται μὲν οὖν καὶ προθυμεῖται καθ’ ὅσον οἷός τέ ἐστι βοηθεῖν ἅπασιν· ἡττᾶται δ’ ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν ἢ μικρὸν ἰσχύει παντελῶς. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαίρει τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆς ἐλευθερίας μαχόμενος ἡδοναῖς τε καὶ δόξαις καὶ ἀνθρώποις ἅπασι μετ’ ὀλίγων τῶν βουλομένων ἢ Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντες ἐμάχοντο πρὸς ἅπαντας τοὺς ἐκ τῆς Ἀσίας, ὀλίγοι τὸν ἀριθμὸν ὄντες, τρεῖς ἐφεξῆς νύκτας τε καὶ ἠμέρας, μέχρι κυκλωθέντες δι’ ἑνὸς ἀνδρὸς προδοσίαν ἐν ταὐτῷ μένοντες κατεκόπησαν· οἳ τὴν Σπάρτην ἐνόμιζον ἐλευθέραν διαφυλάττειν ἀτείχιστον οὖσαν·
41
τὸ δὲ σῶμα ἀσκῶν καὶ συνεθίζων κατὰ τὴν ἑαυτοῦ δύναμιν πονεῖν, οὐκ ἐᾷ θρύπτεσθαι λουτροῖς τε καὶ ἀλείμμασι καὶ μύροις, μέχρι ἂν γένηται μαλακώτερον καὶ σαθρότερον, ὥσπερ κακὸν σκεῦος. ταῦτα δὲ ὁρῶντες ἔνιοι δι’ εὐήθειαν αὐτὸν ἐπιτηδεύειν καὶ ἀφροσύνην φασί, τὸ πλουτεῖν ἐάσαντα καὶ τὸ τιμᾶσθαι καὶ τὸ διὰ παντὸς ἥδεσθαι, καὶ καταφρονοῦσι καὶ μαίνεσθαι νομίζουσι καὶ ἀτιμάζουσιν.
42
ὁ δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐδ’ ἔχει χαλεπῶς, ἀλλ’ ἔστιν οἶμαι καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων, καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δὲ νουθετεῖ τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρους τε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόν τε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος, αὑτῷ τε κἀκείνοις.