37
ἀλλ’ ὅ γε πρὸς ἀλήθειαν ἀνδρεῖος καὶ μεγαλόφρων οὐκ ἄν ποτε πάθοι τοιοῦτον οὐδὲν οὐδ’ ἂν πρόοιτο τὴν ἐλευθερίαν τὴν αὑτοῦ καὶ τὴν παρρησίαν τιμῆς τινος ἀτίμου χάριν ἢ δυνάμεως ἢ χρημάτων, οὐδ’ ἂν φθονοῖ τοῖς μεταβαλλομένοις τε καὶ μεταμφιεννυμένοις ἐπὶ τοιαύταις δωρεαῖς, ἀλλ’ ἡγοῖτ’ ἂν ὁμοίους τοῖς μεταβάλλουσιν ἐξ ἀνθρώπων εἰς ὄφεις ἢ ἄλλα θηρία· ἐκείνους μὲν οὐ ζηλῶν οὐδὲ βασκαίνων αὐτοῖς τῆς τρυφῆς, ἀλλὰ τοὐναντίον ὀλοφυρόμενος καὶ ἐλεῶν, ὅταν ἐπὶ δώροις, ὥσπερ οἱ παῖδες, ἀποκείρωνται, καὶ ταῦτα τὰς πολιάς·
38
αὐτὸς δὲ τὸ καθ’ αὑτὸν πειράσεται διαφυλάττειν εὐσχημόνως καὶ βεβαίως, μηδέποτε λείπων τὴν αὑτοῦ τάξιν, ἀρετὴν δὲ καὶ σωφροσύνην τιμῶν ἀεὶ καὶ αὔξων καὶ πάντας ἐπὶ ταῦτα ἄγων, τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων, εἴ τινα δύναιτο ἐξελέσθαι ἀφροσύνης καὶ φαύλων ἐπιθυμιῶν καὶ ἀκρασίας καὶ τρυφῆς, ἰδίᾳ ἕκαστον ἀπολαμβάνων καὶ ἀθρόους νουθετῶν, ὁσάκις ἂν καιροῦ τύχῃ τινός, ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι,
39
μέχρι ἂν οἶμαι διέλθῃ τὸν βίον κηδόμενος ἀνθρώπων, οὐ βοῶν οὐδὲ ἵππων οὐδὲ καμήλων τε καὶ οἰκημάτων, ὑγιὴς μὲν ἐν λόγοις, ὑγιὴς δὲ ἐν ἔργοις, ἀβλαβὴς μὲν συνοδοιπόρος ὅτῳ γένοιτο ἢ σύμπλους, ἀγαθὸς δὲ σύμβολος θύουσι φανείς, οὐ στάσιν ἐγείρων οὐδὲ πλεονεξίαν οὐδὲ ἐριδας καὶ φθόνους καὶ αἰσχρὰ κέρδη, σωφροσύνης δὲ ὑπομιμνήσκων καὶ δικαιοσύνης καὶ ὁμόνοιαν αὔξων, ἀπληστίαν δὲ καὶ ἀναίδειαν καὶ μαλακίαν ἐξελαύνων ὅσον δυνατόν, πολὺ τῶν σπονδοφόρων καὶ τῶν κηρύκων τῶν ἐν τοῖς πολέμοις ἐκεχειρίας κομιζόντων ἱερώτερος.