30
Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρός. — Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δι’ ἡδονὰς βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἴεται μακάριον μηδὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδ’ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς ἢ τῶν κυμάτων τοῦ ψόφου τε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν·
31
οὐδ’ εἴ τῳ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι διὰ τὸ κάλλος αὐτῆς, οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν· καθάπερ οἶμαί φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόρον τε καὶ δασμὸν ἢ ξύμπασα Φρυγία καὶ Λυδία καὶ Μαίονές τε καὶ Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος.