26
οὔκουν τοιοῦτος ἡμῖν ὁ γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτους τε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούς τε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν ᾖ περίβλεπτος καὶ φανερός, ἀλλ’ εὐσταλής τε καὶ ἄτυφος ὡς οἷόν τε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφ’ αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐδὲ ἐπιθέτου τιμῆς οὐδὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος.
27
οἵους πολλοὺς ἰδεῖν ἔστι τῶν οἰομένων εἶναι μακαρίων, ξεναγούς τινας καὶ δημαγωγοὺς καὶ σοφιστάς, ἐν θεάτροις καὶ παρὰ τοῖς μαθηταῖς καὶ κατὰ σκηνὰς ἐντὸς στρατοπέδου μεγαλαυχουμένους, ὅταν τύχωσιν ὑποπιόντες τῆς μεσημβρίας, Τρώων ἀνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθαι· τοὺς δὲ αὐτοὺς τούτους ἑνὸς ἀνθρώπου κατατρέχοντος καὶ διώκοντος προτροπάδην φεύγοντας, ξύμπαντας οὐ φαινομένους ἐκείνου ἀξίους.