24
δῆλον οὖν ὡς εἰ σφόδρα προσδεήσεται τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου, τῆς αὑτοῦ γνώμης ἡγούμενος κυριώτερον τὸν ἐκείνων ψόγον τε καὶ ἔπαινον, οὕτως ἕκαστα πράξει καὶ προθυμήσεται τοιοῦτον παρέχειν ἑαυτὸν ὁποῖον ἀξιοῦσιν οἱ πολλοί. καὶ δῆλον ὅτι ἔσται ταχὺ μάλα ἐοικὼς ἀντ’ ἐκείνου τοῦ πρότερον ἵππου, τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην, τῷ θαυμαστῷ καὶ πολυτέχνῳ δημιουργήματι, μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκοντι τοὺς δημιουργούς, ὑπὸ τῆς ἁπάντων ἐπινοίας καὶ δημιουργίας συγκείμενος·
25
καθάπερ ὁ μῦθός φησι τὴν Πανδώραν οὐχ ὑφ̓ ἑνὸς τῶν θεῶν πεπλασμένην, ἀλλὰ κοινῇ ὑπὸ πάντων, ἄλλο ἄλλου δωρουμένου καὶ προστιθέντος, οὐδαμῶς σοφὸν οὐδ’ ἐπ’ ἀγαθῷ τὸ πλάσμα γενόμενον, παντοδαπὸν δὲ καὶ ποικίλον τοῖς λαβοῦσιν ἀποβῆναι κακόν. ὅπου δὲ θεῶν ὄχλος καὶ δῆμος κοινῇ δημιουργῶν καὶ ἐργαζόμενος οὐχ οἷός τε ἐγένετο καλῶς τε καὶ ἀμέμπτως ἐργάσασθαι, τί ἂν φαίη τις τὸν ὑπό γε ἀνθρωπίνης δόξης πλαττόμενον καὶ δημιουργούμενον βίον τε καὶ ἄνδρα; δῆλον οὖν ὡς εἴ τις ἔφυ τῷ ὄντι φρόνιμος, οὐδὲν ἂν προσέχοι τῷ λόγῳ τῶν πολλῶν οὐδὲ θεραπεύοι τὸν παρ’ ἐκείνων ἔπαινον ἐξ ἅπαντος, ὥστε οὐδὲ μέγα οὐδὲ τίμιον οὐδὲ ἀγαθόν, ὡς ἔπος εἰπεῖν, τοῦτόν ποτε ἡγήσεται. μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπ’ αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος.