21
ἐὰν μὲν γὰρ ᾖς σώφρων καὶ ἀνδρεῖος καὶ τὴν τοῦ Διὸς ἐπιστάμενος τέχνην τὴν βασιλικήν, οὐθέν σε κωλύει τοῦ Διὸς εἶναι υἱόν·
22
ἐπεὶ τοῦτό γε καὶ Ὅμηρόν φασι λέγειν, ὅτι πατήρ ἐστιν ὁ Ζεύς, ὥσπερ τῶν θεῶν, καὶ τῶν ἀνδρῶν, ἀλλʼ οὐ τῶν ἀνδραπόδων οὐδὲ τῶν φαύλων τε καὶ ἀγεννῶν οὐδενός· ἐὰν δὲ δειλὸς ᾖς καὶ τρυφερὸς καὶ ἀνελεύθερος, οὔτε σοι θεῶν οὔτε ἀνθρώπων τῶν ἀγαθῶν προσήκει.
23
ἀλλὰ τοῖς μὲν ἐν Θήβαις Σπαρτοῖς ποτε λεγομένοις σημεῖον λέγεται εἶναι τοῦ γένους λόγχη τις οἶμαι ἐπὶ τοῦσώματος· ὅστις δὲ τοῦτο τὸ σημεῖον μὴ ἔχοι, οὐ δοκεῖν τῶν Σπαρτῶν εἶναι· τοῖς δὲ τοῦ Διὸς ἐκγόνοις οὐκ οἴει σημεῖον ἐνεῖναι τῇ ψυχῇ, ἐξ οὗ φανεροὶ ἔσονται τοῖς δυναμένοις γνωρίζειν εἴτε ἐξ ἐκείνου γεγονότες εἰσὶν εἴτε μή; πάνυ οὖν ἥσθη τούτῳ τῷ λόγῳ ὁ Ἀλέξανδρος.
24
μετὰ δὲ τοῦτο ἤρετο αὐτόν, Πῶς ἄν, ἔφη, κάλλισταβασιλεύοι τις; καὶ ὃς δεινὸν ὑποβλέψας, Ἀλλʼ οὐδὲ ἔστιν, ἔφη, βασιλεύειν κακῶς οὐ μᾶλλον ἢ κακῶς ἀγαθὸν εἶναι. ὁ γὰρ βασιλεὺς ἀνθρώπων ἄριστός ἐστιν, ἀνδρειότατος ὢν καὶ δικαιότατος καὶ φιλανθρωπότατος καὶ ἀνίκητος ὑπὸ παντὸς πόνου καὶ πάσης ἐπιθυμίας.
25
ἢ σὺ οἴει τὸν ἀδύνατον ἡνιοχεῖν ἡνίοχον εἶναι τοῦτον; ἢ τὸν ἄπειρον τοῦ κυβερνᾶν κυβερνήτην, ἢ τὸν οὐκ ἐπιστάμενον ἰᾶσθαι ἰατρόν; οὐκ ἔστιν. καθάπερ οὖν οὐκ ἔστι κυβερνᾶν μὴ κυβερνητικῶς, οὕτως οὐδὲ βασιλεύειν μὴ βασιλικῶς, οὐδʼ ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ πολλὰ διαδήματα καὶ σκῆπτρα καὶ τιάρας προσάψωσιν αὐτῷ, καθάπερ τὰ περιδέραια τοῖς ἐκτιθεμένοις παιδίοις, ἵνα μὴ ἀγνοῆται.