1
Ἔστι δὲ ὁ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον· εἰ δὲ μή, σκολιὸς ἔσται καὶ πονηρός. οἱ μὲν οὖν τοῦτον φυλάττοντες ἔχονται τῆς σωτηρίας· οἱ δὲ παραβαίνοντες πρῶτον μὲν αὑτοὺς ἀπολλύουσιν, ἔπειτα καὶ τοὺς ἄλλους, παράδειγμα καὶ ζῆλον αὐτοῖς ἀνομίας καὶ βίας παρέχοντες. ὥσπερ δὲ τῶν πλεόντων οἱ τοῦ πυρσοῦ μὴ διαμαρτάνοντες, οὗτοι μάλιστα σῴζονται καὶ τοὺς λιμένας εὑρίσκουσιν, οὕτως οἱ κατὰ τὸν νόμον ζῶντες ἀσφαλέστατα πορεύονται διὰ τοῦ βίου καὶ τῆς καταγωγῆς τῆς δεούσης τυγχάνουσιν.
2
ἀνθρώπῳ μὲν οὖν ἤδη τις συμβούλῳ χρησάμενος μετενόησεν, οὐ μέντοι νόμῳ. τοσούτῳ δὲ τῶν τειχῶν ταῖς πόλεσι χρησιμώτερός ἐστιν, ὥστε ἀτείχιστοι μὲν πολλαὶ τῶν πόλεων διαμένουσι, νόμου δὲ χωρὶς οὐκ ἔστιν οὐδεμίαν οἰκεῖσθαι πόλιν. οὐ μόνον δὲ συμφέρει τοῖς θνητοῖς, ἀλλὰ καὶ τοῖς θεοῖς. ὁ γοῦν κόσμος ἀεὶ τὸν αὐτὸν νόμον ἀκίνητον φυλάττει καὶ τῶν αἰωνίων οὐδὲν ἂν παραβαίη τοῦτον. ὅθεν οἶμαι καὶ βασιλεὺς εἰκότως ἀνθρώπων καὶ θεῶν κέκληται, τὴν μὲν βίαν καταλύων, τὴν δὲ ὕβριν καθαιρῶν, τὴν δὲ ἄνοιαν σωφρονίζων, τὴν δὲ κακίαν κολάζων, ἰδίᾳ δὲ καὶ κοινῇ πάντας τοὺς δεομένους ὠφελῶν, τοῖς μὲν ἀδικουμένοις βοηθῶν, τοῖς δὲ ἀπορουμένοις περί τινος μηνύων τὸ δέον.