27
καὶ ὁ μὲν ἴδιος ἑκάστῳ πατήρ, πολλάκις οὐδενὸς ἄξιος πρεσβύτης, μέγα δίκαιον, ὥστε μὴ ἐπιβουλεύειν ἀλλήλοις τοὺς ἐκ τοῦ αὐτοῦ γένους· ὁ δὲ κοινὸς ἁπάντων ,ἀνδρῶν τε θεῶν τἐ, ἐξ οὗ πάντες γεγόναμεν, οὐ κατὰ Λάχητα ὢν οὐδὲ κατὰ Σίμωνα, οὐ δύναται κατασχεῖν οὐδὲ κωλῦσαι τὴν ἀδικίαν τῶν ἀνθρώπων. καὶ μὴν ὅτι γε τοῖς λόγοις οὐκ ἂν πιστεύοι τις τοῖς ὑπὲρ τῆς φιλίας, τοῦτο γὰρ λοιπόν ἐστι, φανερὸν δήπου.
28
γελοῖον γὰρ ἀργύριον μὲν δανείζοντα τοῖς πέλας μὴ ῥᾳδίως ἄν τινα πιστεῦσαι λόγῳ μόνῳ, ἀλλὰ μαρτύρων δεῖσθαι καὶ γραμμάτων καὶ πολλοὺς καὶ ταῦτα παραβαίνειν. τί οὖν; φησίν, οὐκ ἤδη τινὲς ἐγένοντο φίλοι τῶν πρότερον; οἷον πᾶς ἂν λέγοι τοὺς ἡμιθέους θρυλουμένους τούτους, Ὀρέστην καὶ Πυλάδην καὶ Θησέα καὶ Πειρίθουν καὶ Ἀχιλλέα καὶ Πάτροκλον; εἰ δ’ οὖν τις συγχωρήσειεν ἀληθῆ τὴν δόξαν εἶναι ταύτην, δῆλον ὡς τρεῖς ἂν εἶεν φιλίαι γεγονυῖαι ἐν τοσούτῳ χρόνῳ, ἐν ὅσῳ πλεονάκις ἂν εἴποι τὸν ἥλιον ἐκλελοιπέναι.
(58)ΠΕΡΙ ΝΟΜΟΥ.