23
τί οὖν; φήσει τις, δεῖ θηρίου βίον προαιρεῖσθαι καὶ ζῆν ἔρημον; οὐ θηρίου, ἀλλ’ ἀνδρὸς φρονίμου καὶ ζῆν ἀσφαλῶς ἐπισταμένου. πολὺ γὰρ ἀσφαλεστέρα καὶ κρείττων ἡ ἐρημία τῆς πρὸς ἀνθρώπους κοινωνίας, ἐὰν ἀδεῶς γίγνηται καὶ χωρὶς κοινῶν προσοχῆς. ὥσπερ οἶμαι τοῖς πλέουσι τὸ πέλαγος συμφέρει μᾶλλον τῆς γῆς, εἰ μή τις ἐν εὐδίᾳ πλέοι καὶ σαφῶς εἰδὼς τοὺς τόπους· ἐν μὲν γὰρ τῷ πελάγει σπάνιον εἴ που διεφθάρη ναῦς, πρὸς δὲ ταῖς ἀκταῖς καὶ περὶ τὰς ἄκρας ἰδεῖν ἔστι τὰ ναυάγια.
24
τοιγαροῦν, ὅταν χειμὼν καταλάβῃ, τῶν μὲν ἀπείρων ἕκαστος ἐπιθυμεῖ τῆς γῆς, ὁ δὲ κυβερνήτης ὡς πορρωτάτω φεύγει. καίτοι λιμένας μὲν εὕροι τις ἂν ἀκλύστους, οἷς ἔνεστι πιστεύσαντας ἀσφαλῶς ὁρμεῖν, ἡλίκον ἄν ποτε ἀρθῇ τὸ πνεῦμα· τῶν δὲ ἀνθρώπων οἱ μετριώτατοι τοῖς θερινοῖς ὅρμοις ἐοίκασιν, οἵτινες πρὸς τὸ παρὸν σκέπουσι· κἀκείνων γὰρ ἕκαστος πρὸς ἕν τι τῶν κατὰ τὸν βίον ἐπιεικής, οὐ μέντοι καὶ πρὸς τἄλλα ὑπάρχει. χρημάτων μὲν γὰρ ἕνεκεν οὐδέν σε ἀδικήσειεν ἄν· ἔστω γὰρ εἶναί τινα τοιοῦτον· ἀλλὰ τάχ’ ἂν ὀργῆς ἢ φιλοτιμίας καταλαβούσης οὐκ ἂν ἐπιγνοίης αὐτὸν ἀσάλευτον καὶ πιστόν· ἄλλος ὑπὸ μηδενὸς πάθους κινούμενον, ἐφ’ ᾧ τις ἂν πιστεῦσαι βεβαίως δύναιτο.